Last Updated: Sept 10, 2010 |
SBL Greek NT: PA
Excerpt from: , SBL Greek NT, |
Editor: D. Holmes
Two basic forms of footnoting/apparatus are provided:
(a) Text is included in brackets, indicating a Variation Unit extending across the enclosed text, in which alternate texts are given in apparatus/notes. (here shown in RED)
(b) Just the last word of the preceding text is prefixed with an open bracket, indicating an omission immediately follows, which is provided in the apparatus/footnotes. (here shown in BLUE)
47
ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι · Μὴ καὶ ὑμεῖς πεπλάνησθε;
48
μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων;
49
ἀλλὰ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον
⸢
ἐπάρατοί εἰσιν.
50
λέγει Νικόδημος πρὸς αὐτούς,
ὁ
⸢ ἐλθὼν πρὸς αὐτὸν
⸢ πρότερον,
εἷς ὢν ἐξ αὐτῶν.
51
Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ
⸢ πρῶτον παρ’ αὐτοῦ ⸣
καὶ γνῷ τί ποιεῖ;
52
ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ ·
Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ;
ἐραύνησον καὶ ἴδε ὅτι
⸢ ἐκ τῆς Γαλιλαίας προφήτης ⸣ 1
οὐκ
⸢ ἐγείρεται. 2
8:12
Πάλιν οὖν αὐτοῖς
⸢ ἐλάλησεν ὁ Ἰησοῦς ⸣
λέγων · Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου · ὁ ἀκολουθῶν
⸢ ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ,
ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.
Original Apparatus: (provided in separate file)
1. 52 ἐκ τῆς Γαλιλαίας προφήτης WH Treg NIV ] προφήτης ἐκ τῆς Γαλιλαίας RP
2. ἐγείρεται WH Treg NIV ] ἐγηγέρται RP; + 7:53–8:11 RP: 53 καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ· 8:1 Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. 2 Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο· καὶ καθίσας ἐδίδασκεν αὐτούς. 3 ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ καταλήφθεισαν· καὶ στήσαντες αὐτὴν ἐν μέσῳ, 4 λέγουσιν αὐτῷ, πειράζοντες· Διδάσκαλε, αὕτη ἡ γυνὴ κατελήφθη ἐπʼ αὐτοφόρῳ μοιχευομένη. 5 ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις; 6 τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν, μὴ προσποιούμενος. 7 ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνακύψας εἶπεν πρὸς αὐτούς· Ὁ ἀναμάρτητος ὑμῶν, πρῶτον ἐπʼ αὐτὴν τὸν λίθον βαλέτω. 8 καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν. 9 οἱ δέ, ἀκούσαντες, καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθʼ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων· καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς, καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα. 10 ἀνακύψας δὲ ὁ Ἰησοῦς, καὶ μηδένα θεασάμενος πλὴν τὴς γυναικός, εἶπεν αὐτῇ· Ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; Οὐδείς σε κατέκρινεν; 11 ἡ δὲ εἶπεν· Οὐδείς, κύριε. εἶπεν δὲ ὁ Ἰησοῦς· Οὐδὲ ἐγώ σε κρίνω· πορεύου καὶ μηκέτι ἁμάρτανε.
Note: WH = Westcott/Hort (1882) GNT; Treg = S.P. Tregelles (1861) GNT; NIV = New International Version (1982) English translation; RP Robinson/Pierpont (2003) GNT (Byzantine/Majority Text);