Last Updated: Aug 4, 2010 |
Elzevir GNT: PAExcerpt from: Elzevir, Greek NT, (Europe, 1624) |
Taken from Dr. Maurice Robinson's Collation:
verse | text |
---|---|
7:53 | Καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ: |
8:1 | Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. |
2 | Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν: καὶ καθίσας ἐδίδασκεν αὐτούς. |
3 | Ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ κατειλημμενην, καὶ στήσαντες αὐτὴν ἐν μέσῳ, |
4 | λέγουσιν αὐτῷ, Διδάσκαλε, αὕτη ἡ γυνὴ κατελήφθη ἐπ'αὐτοφῶρῳ μοιχευομένη. |
5 | Ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι: σὺ οὖν τί λέγεις; |
6 | Τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. Ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν, μὴ προσποιούμενος. |
7 | Ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνακύψας εἶπεν πρὸς αὐτούς, Ὁ ἀναμάρτητος ὑμῶν, πρῶτον τὸν λίθον ἐπ' αὐτὴν βαλέτω. |
8 | Καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν. |
9 | Οἱ δέ, ἀκούσαντες, καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθ' εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων εως τως εσκατως: καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς, καὶ ἡ γυνὴ ἐν μέσῳ εστωσα. |
10 | Ἀνακύψας δὲ ὁ Ἰησοῦς, καὶ μηδένα θεασάμενος πλὴν τὴς γυναικός, εἶπεν αὐτῇ ἡ γυνὴ, Ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; Οὐδείς σε κατέκρινεν; |
11 | Ἡ δὲ εἶπεν, Οὐδείς, κύριε. Εἶπεν δὲ αὐτῇ ὁ Ἰησοῦς, Οὐδὲ ἐγώ σε κατακρίνω: πορεύου καὶ μηκέτι ἁμάρτανε. |
. |